Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[82]
οἱ γὰρ παρὰ τοῦ Κλειτάρχου καὶ τοῦ Φιλιστίδου τότε πρέσβεις δεῦρ᾽ ἀφικνούμενοι παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν: οὓς ἡ μὲν πόλις ὡς ἐχθροὺς καὶ οὔτε δίκαι᾽ οὔτε συμφέροντα λέγοντας ἀπήλασε, σοὶ δ᾽ ἦσαν φίλοι. οὐ τοίνυν ἐπράχθη τούτων οὐδέν, ὦ βλασφημῶν περὶ ἐμοῦ καὶ λέγων ὡς σιωπῶ μὲν λαβών, βοῶ δ᾽ ἀναλώσας. ἀλλ᾽ οὐ σύ, ἀλλὰ βοᾷς μὲν ἔχων, παύσει δ᾽ οὐδέποτ᾽ ἐὰν μή σ᾽ οὗτοι παύσωσιν ἀτιμώσαντες τήμερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.