Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκώς ‘ἰσχνὸς οὖν γένωμαι καὶ κενός;’ τί δ᾽ οὐ μέλλεις, ἵν᾽ ὑγιαίνῃς; καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος ᾖς: καὶ ἀκτήμων, ἵνα μὴ κτῆμ᾽ ᾖς ἄλλου. καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχν᾽ ἐκβάλλειν, ἕτερος 1 παρὼν [p. 144] ‘ καὶ τί δεινόν;’ εἶπεν ‘οὐ γὰρ τὰ σεαυτοῦ σπλάγχν᾽ ἐκβάλλεις, ἀλλὰ τὰ 2 τοῦ νεκροῦ ὃν ἄρτι 3 ἐσπαράττομεν.’ καὶ τῶν χρεωστῶν οὐ πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ δανείσαντος ὃν τῷ νόμῳ κύριον αὐτῶν πεποίηκε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.