Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θηβαῖος ὑπ᾽ οὐδενὸς ἀπαιτούμενος οὐδ᾽ ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας; καὶ φροντίδας καὶ περισπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ ταλάντων, καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς φιλοσοφίαν καὶ πενίαν κατέφυγεν. Ἀναξαγόρας 1 δὲ τὴν . χώραν κατέλιπε μηλόβοτον. καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος ὁ μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσαν ‘μὰ τοὺς θεούς’ εἶπεν ‘ἐμὲ ταῦτα τἀγαθὰ 2 οὐκ ἀπολεῖ, ἀλλ̓’ ἐγὼ ταῦτα: καὶ καταλιπὼν ἑτέροις τὸν κλῆρον ἐξέπλευσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.