Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ νὴ Δία’ φησὶν ‘ἀλλ᾽ ὁ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπε’ καὶ γὰρ καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν ὁ πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα. καὶ τὸν πόδα καὶ τὴν χεῖρ᾽ ὁ γεννήσας ἐποίησεν, ἀλλ᾽ ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι. τῷ δ᾽ Ὀδυσσεῖ τὴν ἐσθῆτα ἡ Καλυψὼ περιέθηκεν ‘εἵματ᾽ ἀμφιέσασα θυώδεα 1’ χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης ἀλλ᾽ ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.