previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταλθύβιος

1260αὐδῶ λοχαγοῖς, οἳ τέταχθ᾽ ἐμπιμπράναι
Πριάμου τόδ᾽ ἄστυ, μηκέτ᾽ ἀργοῦσαν φλόγα
ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
στελλώμεθ᾽ οἴκαδ᾽ ἄσμενοι Τροίας ἄπο.
1265ὑμεῖς δ᾽, ἵν᾽ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,
χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
σύ τ᾽, γεραιὰ δυστυχεστάτη γύναι,
1270ἕπου. μεθήκουσίν σ᾽ Ὀδυσσέως πάρα
οἵδ᾽, σε δούλην κλῆρος ἐκπέμπει πάτρας.

Ἑκάβη

οἲ 'γὼ τάλαινα: τοῦτο δὴ τὸ λοίσθιον
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν:
ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
1275ἀλλ᾽, γεραιὲ πούς, ἐπίσπευσον μόλις,
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
μεγάλα δή ποτ᾽ ἀμπνέουσ᾽ ἐν βαρβάροις
Τροία, τὸ κλεινὸν ὄνομ᾽ ἀφαιρήσῃ τάχα.
πιμπρᾶσί σ᾽, ἡμᾶς δ᾽ ἐξάγουσ᾽ ἤδη χθονὸς
1280δούλας: ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ;
καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
φέρ᾽ ἐς πυρὰν δράμωμεν: ὡς κάλλιστά μοι
σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.

Ταλθύβιος

ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
1285ἀλλ᾽ ἄγετε, μὴ φείδεσθ᾽: Ὀδυσσέως δὲ χρὴ
ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: