πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶ
ἐλειπόμεσθα. χὠ μὲν ἐκ δεσμῶν λυθεὶς
1245τμητῶν ἱμάντων οὐ κάτοιδ᾽ ὅτῳ τρόπῳ
πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι:
ἵπποι δ᾽ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας
ταύρου λεπαίας οὐ κάτοιδ᾽ ὅποι χθονός.
δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,
1250ἀτὰρ τοσοῦτόν γ᾽ οὐ δυνήσομαί ποτε,
τὸν σὸν πιθέσθαι παῖδ᾽ ὅπως ἐστὶν κακός,
οὐδ᾽ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος
καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις
πεύκην: ἐπεί νιν ἐσθλὸν ὄντ᾽ ἐπίσταμαι.
Χορός
1255αἰαῖ, κέκρανται συμφορὰ νέων κακῶν,
οὐδ᾽ ἔστι μοίρας τοῦ χρεών τ᾽ ἀπαλλαγή.
Θησεύς
μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε
λόγοισιν ἥσθην τοῖσδε: νῦν δ᾽ αἰδούμενος
θεούς τ᾽ ἐκεῖνόν θ᾽, οὕνεκ᾽ ἐστὶν ἐξ ἐμοῦ,
1260οὔθ᾽ ἥδομαι τοῖσδ᾽ οὔτ᾽ ἐπάχθομαι κακοῖς.
Ἄγγελος
πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον
δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;
φρόντιζ᾽: ἐμοῖς δὲ χρώμενος βουλεύμασιν
οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ᾽ ἔσῃ.
Θησεύς
1265κομίζετ᾽ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν
λόγοις τ᾽ ἐλέγξω δαιμόνων τε συμφοραῖς.
τὸν τἄμ᾽ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη
Click on a word to bring up parses, dictionary entries, and frequency statistics