Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
†σύ γὰρ† ἔνθεος, ὦ κούρα,
εἴτ᾽ ἐκ Πανὸς εἴθ᾽ Ἑκάτας
ἢ σεμνῶν Κορυβάντων φοι-
τᾷς ἢ ματρὸς ὀρείας;
145†σὺ δ᾽† ἀμφὶ τὰν πολύθη-
ρον Δίκτυνναν ἀμπλακίαις
ἀνίερος ἀθύτων πελάνων τρύχῃ;
φοιτᾷ γὰρ καὶ διὰ λί-
μνας χέρσον θ᾽ ὑπὲρ πελάγους
150δίναις ἐν νοτίαις ἅλμας.