ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα
35μίασμα φεύγων αἵματος Παλλαντιδῶν
καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,
ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη
κέντροις ἔρωτος ἡ τάλαιν᾽ ἀπόλλυται
40σιγῇ, ξύνοιδε δ᾽ οὔτις οἰκετῶν νόσον.
ἀλλ᾽ οὔτι ταύτῃ τόνδ᾽ ἔρωτα χρὴ πεσεῖν,
δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται.
καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος
45ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,
μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.
ἡ δ᾽ εὐκλεὴς μὲν ἀλλ᾽ ὅμως ἀπόλλυται
Φαίδρα: τὸ γὰρ τῆσδ᾽ οὐ προτιμήσω κακὸν
τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
50δίκην τοσαύτην ὥστ᾽ ἐμοὶ καλῶς ἔχειν.
ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,
Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
πολὺς δ᾽ ἅμ᾽ αὐτῷ προσπόλων ὀπισθόπους
55κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν
ὕμνοισιν: οὐ γὰρ οἶδ᾽ ἀνεῳγμένας πύλας
Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics