Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
αἰσχύνομαι τὸν πολύυ-
1075μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς
λαμπάδα θεωρὸν εἰκάδων
ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε
καὶ Διὸς ἀστερωπὸς
ἀνεχόρευσεν αἰθήρ,
1080χορεύει δὲ σελάνα
καὶ πεντήκοντα κόραι
Νηρέος, αἱ κατὰ πόντον
ἀενάων τε ποταμῶν
δίνας, χορευόμεναι
1085τὰν χρυσοστέφανον κόραν
καὶ ματέρα σεμνάν:
ἵν᾽ ἐλπίζει βασιλεύ-
σειν ἄλλων πόνον ἐσπεσὼν
ὁ Φοίβειος ἀλάτας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.