Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑκάβη
αἰαῖ, τόδε
τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι. Ταλθύβιος
240ἤδη κεκλήρωσθ᾽, εἰ τόδ᾽ ἦν ὑμῖν φόβος. Ἑκάβη
αἰαῖ, τίν᾽ ἢ
Θεσσαλίας πόλιν ἢ
Φθιάδος εἶπας ἢ Καδμείας χθονός; Ταλθύβιος
κατ᾽ ἄνδρ᾽ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε. Ἑκάβη
τίν᾽ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς
245Ἰλιάδων μένει; Ταλθύβιος
οἶδ᾽: ἀλλ᾽ ἕκαστα πυνθάνου, μὴ πάνθ᾽ ὁμοῦ. Ἑκάβη
τοὐμὸν τίς ἆρ᾽
ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν; Ταλθύβιος
ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ. Ἑκάβη
250ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ
δούλαν; ἰώ μοί μοι. Ταλθύβιος
οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια. Ἑκάβη
ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
χρυσοκόμας ἔδωκ᾽ ἄλεκτρον ζόαν; Ταλθύβιος
255ἔρως ἐτόξευσ᾽ αὐτὸν ἐνθέου κόρης. Ἑκάβη
ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
δας καὶ ἀπὸ χροὸς ἐνδυ-
τῶν στεφέων ἱεροὺς στολμούς. Ταλθύβιος
οὐ γὰρ μέγ᾽ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν; Ἑκάβη
260τί δ᾽ ὃ νεοχμὸν ἀπ᾽ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι; Ταλθύβιος
Πολυξένην ἔλεξας, ἢ τίν᾽ ἱστορεῖς; Ἑκάβη
ταύταν: τῷ πάλος ἔζευξεν; Ταλθύβιος
τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως. Ἑκάβη
265ὤμοι ἐγώ: τάφῳ πρόσπολον ἐτεκόμαν.
ἀτὰρ τίς ὅδ᾽ ἢ νόμος ἢ τί
θέσμιον, ὦ φίλος, Ἑλλάνων; Ταλθύβιος
εὐδαιμόνιζε παῖδα σήν: ἔχει καλῶς. Ἑκάβη
τί τόδ᾽ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει; Ταλθύβιος
270ἔχει πότμος νιν, ὥστ᾽ ἀπηλλάχθαι πόνων. Ἑκάβη
τί δ᾽ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
Ἀνδρομάχα τάλαινα, τίν᾽ ἔχει τύχαν; Ταλθύβιος
καὶ τήνδ᾽ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον. Ἑκάβη
ἐγὼ δὲ τῷ
275πρόσπολος ἁ τριτοβάμονος χερὶ
δευομένα βάκτρου γεραιῷ κάρᾳ; Ταλθύβιος
Ἰθάκης Ὀδυσσεὺς ἔλαχ᾽ ἄναξ δούλην σ᾽ ἔχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.