Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
πᾶσα δὲ γέννα Φρυγῶν
πρὸς πύλας ὡρμάθη,
πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων
535καὶ Δαρδανίας ἄταν θέᾳ δώσων,
χάριν ἄζυγος ἀμβροτοπώλου:
κλωστοῦ δ᾽ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ
σκάφος κελαινόν, εἰς ἕδρανα
540λάινα δάπεδά τε φόνια πατρί-
δι Παλλάδος θέσαν θεᾶς.
ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ
νύχιον ἐπεὶ κνέφας παρῆν,
Λίβυς τε λωτὸς ἐκτύπει
545Φρύγιά τε μέλεα, παρθένοι δ᾽
ἀέριον ἀνὰ κρότον ποδῶν
βοὰν ἔμελπον εὔφρον᾽, ἐν
δόμοις δὲ παμφαὲς σέλας
πυρὸς μέλαιναν αἴγλαν
550ἄκος ἔδωκεν ὕπνῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.