previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

1425σὺ δ᾽ ἦσθα ποῦ τότ᾽; πάλαι φεύγεις φόβῳ,

Φρύξ

Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις
παρὰ βόστρυχον αὔραν αὔραν
Ἑλένας Ἑλένας εὐπαγεῖ
κύκλῳ πτερίνῳ πρὸ παρηίδος
1430ἀίσσων βαρβάροις νόμοισιν.
δὲ λίνον ἠλακάτᾳ
δακτύλοις ἕλισσεν,
νῆμα δ᾽ ἵετο πέδῳ,
σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-
1435ματα συστολίσαι χρῄζουσα λίνῳ,
φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.
προσεῖπεν δ᾽ Ὀρέστας
Λάκαιναν κόραν:
Διὸς παῖ, θὲς ἴχνος
1440πέδῳ δεῦρ᾽ ἀποστᾶσα κλισμοῦ,
Πέλοπος ἐπὶ προπάτορος ἕδραν
παλαιᾶς ἑστίας,
ἵν᾽ εἰδῇς λόγους ἐμούς. —
ἄγει δ᾽ ἄγει νιν: δ᾽ ἐφείπετ᾽,
1445οὐ πρόμαντις ὧν ἔμελλεν:
δὲ συνεργὸς ἄλλ᾽ ἔπρασσ᾽
ἰὼν κακὸς Φωκεύς:
οὐκ ἐκποδὼν ἴτ᾽; ἀλλ᾽ ἀεὶ κακοὶ Φρύγες.
ἔκλῃσε δ᾽ ἄλλον ἄλλοσ᾽ ἐν
στέγαισι: τοὺς μὲν ἐν σταθμοῖ-
σιν ἱππικοῖσι, τοὺς δ᾽ ἐν ἐξ-
1450έδραισι, τοὺς δ᾽ ἐκεῖσ᾽ ἐκεῖθεν ἄλλον ἄλ-
λοσε διαρμόσας ἀποπρὸ δεσποίνας.

Χορός

τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;

Φρύξ

Ἰδαία μᾶτερ
μᾶτερ ὀβρίμα ὀβρίμα,
1455αἰαὶ φονίων παθέων ἀνόμων
τε κακῶν ἅπερ ἔδρακον ἔδρακον
ἐν δόμοις τυράννων.
ἀμφιπορφυρέων πέπλων
ὑπὸ σκότου ξίφη σπάσα-
ντες ἄλλος ἄλλοσ᾽ ἐν χεροῖν
δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
1460ὡς κάπροι δ᾽ ὀρέστεροι γυ-
ναικὸς ἀντίοι σταθέντες
ἐννέπουσι: Κατθανῇ
κατθανῇ,
κακός σ᾽ ἀποκτείνει πόσις,
κασιγνήτου προδοὺς
ἐν Ἄργει θανεῖν γόνον.
1465 δ᾽ ἀνίαχεν ἴ-
αχεν: Ὤμοι μοι.
λευκὸν δ᾽ ἐμβαλοῦσα πῆχυν στέρνοις
κτύπησε κρᾶτα μέλεον πλαγᾷ:
φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον
ἴχνος ἔφερεν ἔφερεν: ἐς
κόμας δὲ δακτύλους δικὼν Ὀρέστας,
1470Μυκηνίδ᾽ ἀρβύλαν προβάς,
ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,
παίειν λαιμῶν ἔμελ-
λεν εἴσω μέλαν ξίφος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: