Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀπόλλων
ἴτε νυν καθ᾽ ὁδόν, τὴν καλλίστην
θεῶν Εἰρήνην τιμῶντες: ἐγὼ δ᾽
Ἑλένην Δίοις μελάθροις πελάσω,
1685λαμπρῶν ἄστρων πόλον ἐξανύσας,
ἔνθα παρ᾽ Ἥρᾳ τῇ θ᾽ Ἡρακλέους
Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις
ἔσται σπονδαῖς ἔντιμος ἀεί,
σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,
1690ναύταις μεδέουσα θαλάσσης. Χορός
ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.