previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δ᾽ ἑσπέρα, καὶ πολλοὶ μὲν αὐτῷ προσετύγχανον, ἐγνώριζε δ᾽ οὐδείς. ἐβάδιζεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Τύλλου, καὶ παρεισελθὼν ἄφνω πρὸς τὴν ἑστίαν ἐκάθισε σιωπῇ, καὶ τὴν κεφαλὴν ἐγκαλυψάμενος ἡσυχίαν ἦγεν. οἱ δὲ κατὰ τὴν οἰκίαν θαυμάσαντες ἀναστῆσαι μὲν οὐκ ἐτόλμησαν ἦν γάρ τι καὶ περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς, ἔφρασαν δὲ τῷ Τύλλῳ περὶ δεῖπνον ὄντι τὴν ἀτοπίαν τοῦ πράγματος. [2] δ᾽ ἐξαναστὰς ἧκε πρὸς αὐτὸν, καὶ ἀνέκρινε τίς ὢν ἀφῖκται καὶ τίνων δεόμενος. οὕτως οὖν Μάρκιος ἀποκαλυψάμενος καὶ μικρὸν ἀνασχών, ‘εἰ μήπω με γινώσκεις, Τύλλε,’ εἶπεν, ‘ἀλλ᾽ ὁρῶν ἀπιστεῖς, ἀνάγκη με κατήγορον ἐμαυτοῦ γενέσθαι. γάιός εἰμι Μάρκιος, πλεῖστα σὲ καὶ Οὐολούσκους ἐργασάμενος κακά, καὶ τὴν οὐκ ἐῶσαν ἀρνεῖσθαι ταῦτα περιφέρων προσηγορίαν τὸν Κοριολανόν. [3] οὐδὲν γὰρ ἄλλο τῶν πολλῶν πόνων καὶ κινδύνων ἐκείνων ἐκτησάμην ἔπαθλον τὸ παράσημον ὄνομα τῆς πρὸς ὑμᾶς ἔχθρας, καὶ τοῦτό μοι περίεστιν ἀναφαίρετον τὰ δ᾽ ἄλλα ὁμοῦ πάντα φθόνῳ δήμου καὶ ὕβρει, μαλακίᾳ δὲ καὶ προδοσίᾳ τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπεστέρημαι, καὶ φυγὰς ἐλήλαμαι, καὶ γέγονα τῆς ἑστίας τῆς σῆς ἱκέτης, οὐχ ὑπὲρ ἀδείας καὶ σωτηρίας τί γὰρ ἔδει με [p. 174] δεῦρο ἥκειν φοβούμενον ἀποθανεῖν;᾿ ἀλλὰ δίκας λαβεῖν χρῄζων, καὶ λαμβάνων ἤδη παρὰ τῶν ἐκβαλλόντων τῷ σὲ ποιεῖν ἐμαυτοῦ κύριον. [4] εἰ μὲν οὖν ἐστί σοὶ θυμὸς ἐπιχειρεῖν τοῖς πολεμίοις, ἴθι, ταῖς ἐμαῖς συμφοραῖς, γενναῖε, χρῆσαι, καὶ κοινὸν εὐτύχημα ποίησον Οὐολούσκων τὴν ἐμὴν ἀτυχίαν, τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος πρὸς ὑμᾶς, ὅσῳ πολεμοῦσι βέλτιον οἱ γινώσκοντες τὰ παρὰ τοῖς πολεμίοις τῶν ἀγνοούντων. εἰ δ᾽ ἀπείρηκας, οὔτ᾽ ἐγὼ βούλομαι ζῆν οὔτε σοὶ καλῶς ἔχει σῴζειν πάλαι μὲν ἐχθρὸν ἄνδρα καὶ πολέμιον, νῦν δ᾽ ἀνωφελῆ καὶ ἄχρηστον.’

[5] ὡς οὖν ταῦτα Τύλλος ἤκουσεν, ἥσθη τε θαυμαστῶς καὶ τὴν δεξιὰν ἐμβαλών, ‘ἀνίστασο,’ εἶπεν, ‘ Μάρκιε, καὶ θάρρει. μέγα γὰρ ἡμῖν ἀγαθὸν ἥκεις διδοὺς σεαυτόν, ἔλπιζε δὲ μείζονα παρὰ Οὐολούσκων.’ καὶ τότε μὲν εἱστία φιλοφρονούμενος τὸν Μάρκιον, ἐν δὲ ταῖς ἐπιούσαις ἡμέραις ἐβουλεύοντο περὶ τοῦ πολέμου καθ᾽ ἑαυτούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: