previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλῶν δὲ Λουκούλλῳ παραινούντων ἀναβάλλεσθαι τὸν πόλεμον, οὐ φροντίσας ἐνέβαλε διὰ Βιθυνίας καὶ Γαλατίας εἰς τὴν βασιλικήν, ἐν ἀρχῇ μὲν ἐνδεὴς τῶν ἀναγκαίων, ὥστε Γαλάτας ἕπεσθαι τρισμυρίους ἕκαστον ἐπὶ τῶν ὤμων κομίζοντα σίτου μέδιμνον, προϊὼν δὲ καὶ κρατῶν ἁπάντων εἰς τοσαύτην ἦλθεν εὐπορίαν, ὥστε τὸν μὲν βοῦν ἐν στρατοπέδῳ δραχμῆς, τὸ δὲ ἀνδράποδον τεττάρων ὤνιον εἶναι, τὴν δ᾽ ἄλλην λείαν ἐν οὐδενὶ λόγῳ τοὺς μὲν ἀπολείπειν, τοὺς δὲ ἀναλίσκειν. διάθεσις γὰρ ἦν οὐδενὸς πρὸς οὐδένα πάντων εὐπορούντων.

[2] ἀλλ᾽ ὅσον φθεῖραι καὶ κακῶσαι τὴν χώραν ἱππασάμενοι καὶ καταδραμόντες ἄχρι Θεμισκύρας καὶ τῶν περὶ Θερμώδοντα πεδίων, ᾐτιῶντο τὸν Λούκουλλον, ὅτι πάσας προσάγεται τὰς πόλεις, κατὰ κράτος δὲ οὐδεμίαν ᾕρηκεν οὐδὲ παρέσχηκεν αὐτοῖς ὠφεληθῆναι διαρπάσασιν. [3]ἀλλὰ καὶ νῦν,’ ἔφασαν, ‘Ἀμισόν, πόλιν εὐδαίμονα καὶ πλουσίαν, οὐ μέγα ὂν ἔργον, εἴ τις ἐντείναι τὴν πολιορκίαν, κατασχεῖν, ἀπολιπόντας ἡμᾶς ἄγει περὶ τὴν Τιβαρηνῶν καὶ Χαλδαίων [p. 512] ἐρημίαν Μιθριδάτῃ πολεμήσοντας.’ ἀλλὰ ταῦτα μὲν οὐκ ἂν Λούκουλλος ἐλπίσας εἰς τοσοῦτον ἀπονοίας τοὺς στρατιώτας παραγαγεῖν, ὅσον ὕστερον ἐξέφηναν, ὑπερεώρα καὶ οὐκ ἐφρόντιζεν, ἐκείνοις δ᾽ ἀπελογεῖτο μᾶλλον, [4] οἳ βραδυτῆτα κατηγόρουν αὐτοῦ διατρίβοντος ἐνταῦθα περὶ κώμας καὶ πόλεις οὐ πολλοῦ τινος ἀξίας πολὺν χρόνον, ἐῶντος δ᾽ αὔξεσθαι Μιθριδάτην. ‘αὐτὸ γὰρ,’ ἔφη, ‘τοῦτο καὶ βούλομαι καὶ κάθημαι τεχνάζων, μέγαν αὖθις γενέσθαι τὸν ἄνδρα καὶ συναγαγεῖν αὐτὸν ἀξιόμαχον δύναμιν, ἵνα μείνῃ καὶ μὴ φύγῃ προσιόντας ἡμᾶς. [5] οὐχ ὁρᾶτε πολλὴν μὲν αὐτῷ καὶ ἀτέκμαρτον ἐρημίαν ὀπίσω παροῦσαν; ἐγγὺς δὲ Καύκασος καὶ ὄρη πολλὰ καὶ βαθέα καὶ μυρίους βασιλεῖς φυγομαχοῦντας ἀρκοῦντα κατακρύψαι καὶ περισχεῖν ὀλίγων δ᾽ ἡμερῶν ὁδὸς εἰς Ἀρμενίαν ἐκ Καβείρων, καὶ ὑπὲρ Ἀρμενίας κάθηται Τιγράνης, βασιλεὺς βασιλέων, ἔχων δύναμιν, Πάρθους τε περικόπτει τῆς Ἀσίας καὶ πόλεις Ἑλληνίδας εἰς Μηδίαν ἀνακομίζει καὶ Συρίας κρατεῖ καὶ Παλαιστίνης καὶ τοὺς ἀπὸ Σελεύκου βασιλεῖς ἀποκτιννύει, θυγατέρας δ᾽ αὐτῶν ἄγει καὶ γυναῖκας ἀνασπάστους, [6] οὗτος οἰκεῖός ἐστι Μιθριδάτου καὶ γαμβρός, οὐ περιόψεται δὲ αὐτὸν ἱκέτην ὑποδεξάμενος, ἀλλὰ πολεμήσει πρὸς ἡμᾶς καὶ σπεύδοντες ἐκβάλλειν Μιθριδάτην κινδυνεύσομεν ἐπισπάσασθαι Τιγράνην, πάλαι μὲν αἰτίας δεόμενον ἐφ᾽ ἡμᾶς, εὐπρεπεστέραν δὲ οὐκ ἂν λαβόντα τῆς ὑπὲρ ἀνδρὸς οἰκείου καὶ βασιλέως ἀναγκασθέντα ὑπουργεῖν αὐτῷ. τί οὖν δεῖ τοῦθ᾽ ἡμᾶς [p. 514] ἐξεργάσασθαι καὶ διδάξαι Μιθριδάτην ἀγνοοῦντα, μεθ᾽ ὧν ἐστιν αὐτῷ πρὸς ἡμᾶς πολεμητέον, καὶ μὴ βουλόμενον, ἀλλ᾽ ἀδοξοῦντα συνελαύνειν εἰς τὰς Τιγράνου χεῖρας, ἀλλ᾽ οὐχὶ δόντας αὐτῷ χρόνον ἐκ τῶν οἰκείων παρασκευάσασθαι καὶ ἀναθαρρῦναι, Κόλχοις καὶ Τιβαρηνοῖς καὶ Καππάδοξιν, ὧν πολλάκις κεκρατήκαμεν, μάχεσθαι μᾶλλον Μήδοις καὶ Ἀρμενίοις;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: