previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτου Σωρνάτιος μὲν ἐπὶ σίτου κομιδὴν ἐπέμφθη μετὰ δέκα σπειρῶν καὶ καταδιωχθεὶς ὑπὸ Μενάνδρου, τῶν Μιθριδάτου στρατηγῶν ἑνός, ἀντέστη καὶ συμβαλὼν φόνον ἐποίησε πολὺν καὶ τροπὴν τῶν πολεμίων, αὖθις δὲ πεμφθέντος Ἀδριανοῦ μετὰ δυνάμεως, ὅπως ἐκ περιουσίας ἔχωσιν οἱ στρατιῶται σῖτον, οὐ περιεῖδε Μιθριδάτης, ἀλλ᾽ ἀπέστειλε Μενέμαχον καὶ Μύρωνα πολλῶν μὲν ἱππέων, πολλῶν δὲ πεζῶν ἡγουμένους. [2] οὗτοι πάντες, ὡς λέγεται, πλὴν δυεῖν κατεκόπησαν ὑπὸ τῶν Ῥωμαίων. καὶ Μιθριδάτης μὲν ἔκρυπτε τὴν συμφοράν ὡς οὐ τοσαύτην οὖσαν, ἀλλὰ μικράν, προσκεκρουκότων ἀπειρίᾳ τῶν στρατηγῶν, Ἀδριανὸς δὲ λαμπρὸς παρημείβετο τὸ στρατόπεδον πολλὰς κατάγων ἁμάξας σίτου καὶ λαφύρων γεμούσας, ὥστε δυσθυμίαν μὲν αὐτῷ, ταραχὴν δὲ καὶ φόβον ἀμήχανον ἐμπεσεῖν τοῖς στρατιώταις. [3] ἐδέδοκτο μὲν οὖν μηκέτι μένειν ἐπεὶ δὲ προεξέπεμπον οἱ βασιλικοὶ τὰ σφέτερα χρήματα καθ᾽ ἡσυχίαν, τοὺς δ᾽ ἄλλους [p. 522] ἐκώλυον, ἤδη καὶ πρὸς ὀργὴν ἐπὶ τὰς ἐξόδους ὠθούμενοι καὶ βιαζόμενοι τὰ μὲν χρήματα ἥρπαζον, αὐτοὺς δὲ ἀπέσφαττον. ὅπου καὶ Δορύλαος στρατηγός οὐδὲν ἕτερον ἔχων τὴν πορφύραν περὶ αὑτόν ἀπώλετο διὰ ταύτην, Ἑρμαῖος δὲ θύτης κατεπατήθη περὶ τὰς πύλας.

[4] αὐτὸς δ᾽ Μιθριδάτης, οὔτε ὀπαδοῦ τινος οὔτε ἱπποκόμου παραμείναντος αὐτῷ, συνεξέπεσεν ἀπὸ τοῦ στρατοπέδου τοῖς πολλοῖς ἀναμεμιγμένος, οὐδ᾽ ἵππου τῶν βασιλικῶν εὐπορήσας, ἀλλ᾽ ὀψέ που κατιδὼν αὐτόν ἐν τῷ ῥεύματι τῆς τροπῆς ἐκείνης διαφερόμενον Πτολεμαῖος εὐνοῦχος ἵππον ἔχων αὐτὸς ἀπεπήδησε καὶ παρέσχεν. [5] ἤδη γὰρ αὑτόν οἱ Ῥωμαῖοι κατεῖχον ἐπικείμενοι: καὶ τάχει μὲν οὐκ ἀπελίποντο τοῦ λαβεῖν αὐτόν, ἀλλ᾽ ἦλθον ἔγγιστα τούτου, φιλοπλουτία δὲ καὶ μικρολογία στρατιωτικὴ τὸ πολλοῖς ἀγῶσι καὶ μεγάλοις κινδύνοις διωκόμενον ἐκ μακροῦ θήραμα Ῥωμαίους ἀφείλετο καὶ Λούκουλλον ἀπεστέρησε νικῶντα τῶν ἐπάθλων. [6] ἦν μὲν γὰρ ἐν ἐφικτῷ τῆς διώξεως ὑπεκφέρων τὸν ἄνδρα ἵππος, ἡμιόνου δὲ τῶν τὸ χρυσίον κομιζόντων μεταξὺ τοῦ βασιλέως εἴτ᾽ ἀπὸ ταὐτομάτου παρεισπεσόντος, εἴτε τοῦ βασιλέως ἐπίτηδες ἐμβαλόντος αὑτόν εἰς τοὺς διώκοντας, ἁρπάζοντες καὶ συλλέγοντες τὸ χρυσίον καὶ διαμαχόμενοι πρὸς ἀλλήλους καθυστέρησαν, [7] καὶ οὐ τοῦτο μόνον αὐτῶν ἀπέλαυσε τῆς πλεονεξίας Λούκουλλος, ἀλλὰ καὶ τὸν ἐπὶ τῶν ἀπορρήτων τοῦ βασιλέως ὄντα Καλλίστρατον μὲν ἄγειν ἐκέλευσεν, οἱ δ᾽ ἄγοντες αἰσθόμενοι πεντακοσίους [p. 524] χρυσοῦς ὑπεζωσμένον ἀπέκτειναν. οὐ μὴν ἀλλὰ τούτοις μὲν ἐπέτρεψε τὸν χάρακα πορθῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: