previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νεόπλουτα δ᾽ ἦν τοῦ Λουκούλλου τὰ δεῖπνα τὰ καθ᾽ ἡμέραν, οὐ μόνον στρωμναῖς ἁλουργέσι καὶ διαλίθοις ἐκπώμασι καὶ χοροῖς καὶ ἀκροάμασιν ἐπεισοδίοις, ἀλλ᾽ ὄψων τε παντοδαπῶν καὶ πεμμάτων περιττῶς διαπεπονημένων παρασκευαῖς ζηλωτὸν ἀνελευθέροις ποιοῦντος ἑαυτόν. γοῦν Πομπήιος εὐδοκίμησε νοσῶν: [2] τοῦ γὰρ ἰατροῦ κίχλην αὐτὸν λαβεῖν κελεύσαντος, τῶν δ᾽ οἰκετῶν οὐκ ἂν εὑρεῖν ἀλλαχόθι φαμένων θέρους ὥρᾳ κίχλην παρὰ Λουκούλλῳ σιτευομένην, οὐκ εἴασε λαβεῖν ἐκεῖθεν, ἀλλ᾽ εἰπὼν πρὸς τὸν ἰατρόνοὐκοῦν, εἰ μὴ Λούκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησεν;’ ἄλλο τι παρασκευάσαι τῶν εὐπορίστων ἐκέλευσε. [3] Κάτων δ᾽ ἦν αὐτῷ φίλος καὶ οἰκεῖος, οὕτω δὲ τὸν βίον αὐτοῦ καὶ τὴν δίαιταν ἐδυσχέραινεν, ὥστε, νέου τινὸς ἐν τῇ βουλῇ λόγον ἐπαχθῆ καὶ μακρὸν ἀκαίρως ὑπὲρ εὐτελείας καὶ σωφροσύνης διελθόντος, ἐπαναστὰς Κάτωνοὐ παύσῃ,’ ἔφη, ‘σὺ πλουτῶν μὲν ὡς Κράσσος, ζῶν δ᾽ ὡς Λούκουλλος, λέγων δὲ ὡς Κάτων;’ ἔνιοι δὲ τοῦτο ῥηθῆναι μὲν οὕτως, ὑπὸ Κάτωνος δὲ οὐ λέγουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: