Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἦν δέ
τις Γάϊος Λιγάριος τῶν Πομπηΐου φίλων, ὃν ἐπὶ τούτῳ κατηγορηθέντα Καῖσαρ ἀπέλυσεν.
οὗτος, οὐχ ἧς ἀφείθη δίκης χάριν ἔχων, ἀλλὰ δι᾽ ἣν ἐκινδύνευσεν ἀρχὴν βαρυνόμενος, ἐχθρὸς ἦν Καίσαρι, τῶν δὲ περὶ Βροῦτον ἐν τοῖς μάλιστα συνήθης,
πρὸς τοῦτον ἀσθενοῦντα Βροῦτος εἰσελθών, ‘ὦ Λιγάριε,’ εἶπεν, ‘ἐν οἵῳ καιρῷ νοσεῖς.’ κἀκεῖνος εὐθὺς εἰς ἀγκῶνα διαναστὰς καὶ λαβόμενος αὐτοῦ τῆς δεξιᾶς, ‘ἀλλ᾽ εἴ τι,’ φησὶν, ‘ὦ Βροῦτε, σεαυτοῦ φρονεῖς ἄξιον, ὑγιαίνω.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.