previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων ἑτέρα γίνεται μεταβολή τοῦ νέου Καίσαρος ἐπελθόντος. οὗτος ἦν μὲν ἐξ ἀδελφιδῆς Καίσαρος, γράμματι δὲ παῖς ὑπ᾽ αὐτοῦ καὶ κληρονόμος ἀπολελειμμένος. [2] ἐν δ᾽ Ἀπολλωνίᾳ διέτριβεν ὅτε Καῖσαρ ἀνῃρέθη, σχολάζων περὶ λόγους κἀκεῖνον ἐπὶ Πάρθους ἐλαύνειν εὐθὺς ἐγνωκότα προσμένων. ἅμα δὲ τῷ πυθέσθαι τὸ πάθος ἦλθεν εἰς Ῥώμην: καὶ δημαγωγίας ἀρχὴν τοὔνομα Καίσαρος θέμενος ἑαυτῷ καὶ διανέμων τὸ καταλειφθὲν ἀργύριον τοῖς πολίταις Ἀντώνιόν τε κατεστασίαζε καὶ χρήματα διαδιδοὺς συνίστη καὶ συνῆγε πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένω.1 [3] ἐπεὶ δὲ Κικέρων τῷ πρὸς Ἀντώνιον μίσει τὰ Καίσαρος ἔπραττε, τούτῳ μὲν Βροῦτος ἐπέπληττεν ἰσχυρῶς, γράφων ὡς οὐ δεσπότην βαρύνοιτο Κικέρων, ἀλλὰ μισοῦντα δεσπότην φοβοῖτο, καὶ πολιτεύοιτο δουλείας αἵρεσιν φιλανθρώπου γράφων καὶ λέγων ὡς χρηστός ἐστι Καῖσαρ. ‘οἱ δὲ πρόγονοι,’ φησὶν, ‘ἡμῶν οὐδὲ πρᾴους δεσπότας ὑπέμενον.’ [4] αὐτῷ δ᾽ εἰς τοῦτο καιροῦ μήτε πολεμεῖν βεβαίως δεδόχθαι μήτε ἡσυχάζειν, ἀλλ᾽ ἓν μόνον εἶναι βεβουλευμένον, τὸ μὴ δουλεύειν θαυμάζειν δὲ Κικέρωνος, εἰ πόλεμον μὲν ἐμφύλιον καὶ κινδυνώδη δέδοικεν, αἰσχρὰν δὲ καὶ ἄδοξον εἰρήνην οὐ φοβεῖται, τοῦ δ᾽ Ἀντώνιον ἐκβαλεῖν τῆς τυραννίδος μισθὸν αἰτεῖ τὸ Καίσαρα καταστῆσαι τύραννον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: