previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δὲ μὴ κυκλωσάμενοι τοὺς Καίσαρος, ἀλλὰ συμπεσόντες, ῥᾳδίως μὲν ἀπἐτρέψαντο τεταραγμένους, καὶ διέφθειραν ἐν χερσὶν1 τρία τάγματα, καὶ συνεισέπεσον εἰς τὸ στρατόπεδον τοῖς φεύγουσιν ὑπὸ ῥύμης τοῦ κρατεῖν συνενεχθέντες, μεθ᾽ ἑαυτῶν ἔχοντες τὸν Βροῦτον δ᾽ οὐ συνεῖδον οἱ νικῶντες ἐδείκνυε τοῖς ἡττημένοις καιρός. [2] εἰς [p. 220] γὰρ τὰ γυμνὰ καὶ παραρρηγνύμενα τῆς ἐναντίας φάλαγγος, τὸ δεξιὸν ἀπεσπάσθη πρὸς τὴν δίωξιν, ὠσάμενοι τὸ μὲν μέσον οὐκ ἐξέωσαν, ἀλλ᾽ ἀγῶνι μεγάλῳ συνείχοντο, τὸ δ᾽ εὐώνυμον ἀταξίᾳ καὶ ἀγνοίᾳ τῶν γενομένων ἐτρέψαντο καὶ καταδιώξαντες εἰς τὸν χάρακα διεπόρθουν οὐδετέρου τῶν αὐτοκρατόρων παρόντος. [3] Ἀντώνιός τε γὰρ, ὥς φασιν, ἐκκλίνας ἐν ἀρχῇ τὴν ἔφοδον εἰς τὸ ἕλος ἀνεχώρησε, καὶ Καῖσαρ οὐδαμοῦ φανερὸς ἦν ἐκπεσὼν τοῦ χάρακος, ἀλλὰ Βρούτῳ τινὲς ὡς ἀνῃρηκότες αὐτὸν ἐπεδείκνυον ᾑμαγμένα τὰ ξίφη, φράζοντες ἰδέαν ἣν εἶχε καὶ ἡλικίαν. ἤδη δὲ τὸ μέσον ἐξεώκει φόνῳ πολλῷ τοὺς ἀντιτεταγμένους, καὶ παντελῶς ἐδόκει κρατεῖν Βροῦτος, ὥσπερ Κάσσιος κρατεῖσθαι. [4] καὶ τοῦτο μόνον αὐτῶν διέφθειρε τὰ πράγματα, τοῦ μὲν ὡς νικῶντι Κασσίῳ μὴ βοηθήσαντος, τοῦ δὲ Βροῦτον ὡς ἀπολωλότα μὴ περιμείναντος: ἐπεὶ τῆς γε νίκης ὅρον Μεσσάλας τίθεται τὸ τρεῖς ἀετοὺς καὶ πολλὰ σημεῖα λαβεῖν τῶν πολεμίων, ἐκείνους δὲ μηδέν.

ἀναχωρῶν δ᾽ Βροῦτος ἤδη διαπεπορθημένων τῶν Καίσαρος ἐθαύμασε τὸ Κασσίου στρατήγιον οὐχ ὁρῶν ὑψηλὸν, ὥσπερ εἰώθει, περιφαινόμενον, οὐδὲ τἆλλα κατὰ χώραν: ἐρήριπτο γὰρ εὐθὺς τὰ πλεῖστα καὶ κατέσπαστο τῶν πολεμίων ἐμπεσόντων. [5] ἀλλ᾽ οἱ δοκοῦντες ὀξύτερον βλέπειν τῶν ἑταίρων ἔφραζον αὐτῷ πολλὰ μὲν ὁρᾶν κράνη λάμποντα, πολλοὺς δὲ ἀργυροῦς θυρεοὺς ἐν τῷ χάρακι τοῦ Κασσίου διαφερομένους: οὔκουν δοκεῖν αὐτοῖς οὔτ᾽ ἀριθμὸν οὔθ᾽ ὁπλισμὸν εἶναι τῶν ἀπολελειμμένων φυλάκων οὐ μὴν οὐδὲ πλῆθος [p. 222] ἐπέκεινα φαίνεσθαι νεκρῶν ὅσον εἰκὸς ἦν νενικημένων κατὰ κράτος ταγμάτων τοσούτων, [6] ταῦτα πρῶτον ἔννοιαν καρέστησε τῷ Βρούτῳ τοῦ συμπτώματος: καὶ καταλιπὼν φρουρὰν ἐν τῷ στρατοπέδῳ τῶν πολεμίων ἀνεκαλεῖτο τοὺς διώκοντας καὶ συνῆγεν ὡς Κασσίῳ βοηθήσων.

1 χερσὶν conjectured by Sintenis and Bekker: χερσῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: