This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἓν δὲ μόνον ἀκούσαντες τῶν τούτῳ πεπραγμένων ῥᾳδίως καὶ τὴν ἄλλην αὐτοῦ πονηρίαν γνώσεσθε.Κρατῖνος γὰρ ἠμφισβήτησε χωρίου τῷ τούτου κηδεστῇ. μάχης δ᾽ αὐτοῖς γενομένης, ὑποκρυψάμενοι θεράπαιναν ᾐτιῶντο τὸν Κρατῖνον συντρῖψαι τῆς κεφαλῆς αὐτῆς, ἐκ δὲ τραύματος φάσκοντες ἀποθανεῖν τὴν ἄνθρωπον λαγχάνουσιν αὐτῷ φόνου δίκην ἐπὶ Παλλαδίῳ.