[10]
καὶ ὅτι τύχῃ μᾶλλον ἢ τῷ δικαίῳ κρίνεται τὰ παρ᾽ ὑμῖν, ὥστε λυσιτελεῖν μοι μίκρ᾽ ἀναλώσαντι μεγάλων ἐγκλημάτων ἀπαλλαγῆναι μᾶλλον ἢ μηδὲν ἀποτείσαντι κινδυνεύειν περὶ τηλικούτων. τί δ᾽ ἂν ὑμῖν τὰ πολλὰ καθ᾽ ἕκαστον διηγοίμην;1 οὐδὲν γὰρ2 παρέλιπον τῶν εἰθισμένων περὶ τῶν τοιούτων λέγεσθαι. τελευτῶν δ᾽ οὖν ἐπείσθην, ἅπαντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς, δοῦναι τούτῳ διακοσίας δραχμάς. ἵνα δὲ μὴ πάλιν ἐξείη συκοφαντεῖν αὐτῷ, δίαιταν ἐπὶ ῥητοῖς ἐπετρέψαμεν Νικομάχῳ Βατῆθεν. ... “
”