This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[115]
ἡγοῦμαι δ᾽ ὑμᾶς ἡδέως ἂν ἀκοῦσαι διὰ τί ποτε τῶν μὲν εὐδοκιμούντων ἀνδρῶν παρ᾽ ὑμῖν καὶ πολεμικῶν εἶναι δοκούντων οὐδὲ κώμην ἔνιοι λαβεῖν ἠδυνήθησαν, Τιμόθεος δ᾽ οὔτε τὴν τοῦ σώματος φύσιν ἔχων ἐρρωμένην οὔτ᾽ ἐν τοῖς στρατοπέδοις τοῖς πλανωμένοις κατατετριμμένος, ἀλλ᾽ ὁ μεθ᾽ ὑμῶν πολιτευόμενος τηλικαῦτα διεπράξατο τὸ μέγεθος. ἔστι δ᾽ ὁ λόγος ὁ περὶ τούτων φιλαπεχθήμων μέν, ῥηθῆναι δ᾽ οὐκ ἀσύμφορος. ἐκεῖνος γὰρ τούτῳ τῶν ἄλλων διήνεγκεν,