Φύλαξ
315εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;
Κρέων
οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
Φύλαξ
ἐν τοῖσιν ὠσὶν ἢ 'πὶ τῇ ψυχῇ δάκνει;
Κρέων
τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
Φύλαξ
ὁ δρῶν σ᾽ ἀνιᾷ τὰς φρένας, τὰ δ᾽ ὦτ᾽ ἐγώ.
Κρέων
320οἴμ᾽ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
Φύλαξ
οὔκουν τό γ᾽ ἔργον τοῦτο ποιήσας ποτέ.
Κρέων
καὶ ταῦτ᾽ ἐπ᾽ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
Φύλαξ
φεῦ:
ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
Κρέων
κόμψευέ νυν τὴν δόξαν: εἰ δὲ ταῦτα μὴ
325φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτι
τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
Φύλαξ
ἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽: ἐὰν δέ τοι
ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα με:
330καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆς
σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.