previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


255οὐδ᾽ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός γ᾽ ἀρίστου βασιλέως τ᾽ ὀλωλότος,
ἀλλ᾽ ἐξερευνᾶν: νῦν δ᾽ ἐπεὶ κυρῶ γ᾽ ἐγὼ
ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
260ἔχων δὲ λέκτρα καὶ γυναῖχ᾽ ὁμόσπορον,
κοινῶν τε παίδων κοίν᾽ ἄν, εἰ κείνῳ γένος
μὴ 'δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα:
νῦν δ᾽ ἐς τὸ κείνου κρᾶτ᾽ ἐνήλαθ᾽ τύχη:
ἀνθ᾽ ὧν ἐγὼ τάδ᾽, ὡσπερεὶ τοὐμοῦ πατρός,
265ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ᾽ Ἀγήνορος.
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270μήτ᾽ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ
μήτ᾽ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ᾽ ἐχθίονι:
ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις
τάδ᾽ ἔστ᾽ ἀρέσκονθ᾽, τε σύμμαχος Δίκη
275χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1887)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 278
  • Cross-references to this page (2):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Appendix
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: