This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
ὃ τοίνυν πάντων ἀναιδέστατον μέλλειν αὐτὸν ἀκούω ποιεῖν, βέλτιον νομίζω προειπεῖν ὑμῖν εἶναι. φασὶ γὰρ παραστησάμενον τοὺς παῖδας αὐτὸν κατὰ τούτων ὀμεῖσθαι, καὶ ἀράς τινας δεινὰς καὶ χαλεπὰς ἐπαράσεσθαι καὶ τοιαύτας οἵας ἀκηκοώς γέ τις θαυμάσας ἀπήγγελλεν ἡμῖν. ἔστι δ᾽, ὦ ἄνδρες δικασταί, ἀνυπόστατα μὲν τὰ τοιαῦτα τολμήματα: οἱ γὰρ οἶμαι βέλτιστοι καὶ ἥκιστ᾽ ἂν αὐτοί τι ψευσάμενοι μάλισθ᾽ ὑπὸ τῶν τοιούτων ἐξαπατῶνται: οὐ μὴν ἀλλὰ δεῖ πρὸς τὸν βίον καὶ τὸν τρόπον ἀποβλέποντας πιστεύειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.