This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
καὶ οἱ μὲν ἄλλοι ἅπαντες ὅσοις1 ἐπὶ τοῦ αὐτοῦ βασιλέως ὁ χρόνος μὴ ἐγχωρεῖ2 ... 3 οὗτοι δ᾽ ἐπιστάμενοι μὲν τοὺς νόμους ἅπαντας, ὁρῶντες δ᾽ ἐμὲ βουλεύοντα καὶ εἰσιόντ᾽ ἐς τὸ βουλευτήριον—καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ Διὸς βουλαίου καὶ Ἀθηνᾶς βουλαίας ἱερόν ἐστι καὶ εἰσιόντες οἱ βουλευταὶ προσεύχονται, ὧν κἀγὼ εἷς ἦ, ὃς4 ταὐτὰ πράττων, καὶ εἰς τἆλλα ἱερὰ πάντα εἰσιὼν μετὰ τῆς βουλῆς, καὶ θύων καὶ εὐχόμενος ὑπὲρ τῆς πόλεως ταύτης, καὶ πρὸς τούτοις πρυτανεύσας τὴν πρώτην πρυτανείαν ἅπασαν πλὴν δυοῖν ἡμέραιν, καὶ ἱεροποιῶν καὶ θύων ὑπὲρ τῆς δημοκρατίας, καὶ ἐπιψηφίζων καὶ λέγων γνώμας περὶ τῶν μεγίστων καὶ πλείστου ἀξίων τῇ πόλει φανερὸς ἦ: