[218δ]
τί μάλιστα; ἔφη ὁ Μενέξενος.φοβοῦμαι, ἦν δ᾽ ἐγώ, μὴ ὥσπερ ἀνθρώποις ἀλαζόσιν λόγοις τισὶν τοιούτοις ψευδέσιν ἐντετυχήκαμεν περὶ τοῦ φίλου.πῶς δή; ἔφη.ὧδε, ἦν δ᾽ ἐγώ, σκοπῶμεν: φίλος ὃς ἂν εἴη, πότερόν ἐστίν τῳ φίλος ἢ οὔ;ἀνάγκη, ἔφη.πότερον οὖν οὐδενὸς ἕνεκα καὶ δι᾽ οὐδέν, ἢ ἕνεκά του καὶ διά τι;ἕνεκά του καὶ διά τι.πότερον φίλου ὄντος ἐκείνου τοῦ πράγματος, οὗ ἕνεκα φίλος ὁ φίλος τῷ φίλῳ, ἢ οὔτε φίλου οὔτε ἐχθροῦ;
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.