previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. περὶ δὲ τοῦ πολέμου πεφροντισμένως ἀπολογισάμενος ἐξηριθμήσατο μὲν τὸ πλῆθος τῶν συμμάχων τῇ πόλει καὶ τὴν ὑπεροχὴν τῆς ναυτικῆς δυνάμεως, πρὸς δὲ τούτοις τὸ πλῆθος τῶν μετακεκομισμένων ἐκ Δήλου χρημάτων εἰς τὰς Ἀθήνας, συνέβαινεν ἐκ τῶν φόρων ταῖς πόλεσι κοινῇ συνηθροῖσθαι: [2] κοινῶν δ᾽ ὄντων τῶν μυρίων ταλάντων ἀπανήλωτο πρὸς τὴν κατασκευὴν τῶν προπυλαίων καὶ τὴν Ποτιδαίας πολιορκίαν τετρακισχίλια τάλαντα: καὶ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐκ τοῦ φόρου τῶν συμμάχων ἀνεφέρετο τάλαντα τετρακόσια ἑξήκοντα. χωρὶς δὲ τούτων τά τε πομπεῖα καὶ τὰ Μηδικὰ σκῦλα πεντακοσίων ἄξια ταλάντων ἀπεφήνατο, [3] ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς: καὶ ταῦτα, ἀναγκαία εἰ καταλάβοι χρεία, χρησαμένους παρὰ τῶν θεῶν πάλιν ἀποκαταστήσειν ἐν εἰρήνῃ: τούς τε τῶν πολιτῶν βίους διὰ τὴν πολυχρόνιον εἰρήνην πολλὴν ἐπίδοσιν εἰληφέναι πρὸς εὐδαιμονίαν. [4] χωρὶς δὲ τῶν χρημάτων τούτων στρατιώτας ἀπεδείκνυεν ὑπάρχειν τῇ πόλει χωρὶς συμμάχων καὶ τῶν ἐν τοῖς φρουρίοις ὄντων ὁπλίτας μὲν μυρίους καὶ δισχιλίους, τοὺς δ᾽ ἐν τοῖς φρουρίοις ὄντας καὶ τοὺς μετοίκους ὑπάρχειν πλείους τῶν μυρίων ἑπτακισχιλίων, τριήρεις τε τὰς παρούσας τριακοσίας. [5] τοὺς δὲ Λακεδαιμονίους χρημάτων τε σπανίζειν ἀπεδείκνυε καὶ ταῖς ναυτικαῖς δυνάμεσι πολὺ λείπεσθαι τῶν Ἀθηναίων. ταῦτα διελθὼν καὶ παρορμήσας τοὺς πολίτας εἰς τὸν πόλεμον, ἔπεισε τὸν δῆμον μὴ προσέχειν τοῖς Λακεδαιμονίοις. ταῦτα δὲ ῥᾳδίως συνετέλεσε διὰ τὴν δεινότητα τοῦ λόγου, δι᾽ ἣν αἰτίαν ὠνομάσθη Ὀλύμπιος. [6] μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης τῆς ἀρχαίας κωμῳδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις,“ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω
ῥήματ᾽, εἰ βούλεσθ᾽ ἀκοῦσαι τήνδ᾽ ὅπως ἀπώλετο.
πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς,
εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης,
ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος
ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
πάντας Ἕλληνας δακρῦσαι, τούς τ᾽ ἐκεῖ τούς τ᾽ ἐνθάδε:
Aristoph. Peace 603 ff.καὶ πάλιν ἐν ἄλλοιςΠερικλέης οὑλύμπιος
ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα.
Aristoph. Ach. 531-532

Εὔπολις δ᾽ ποιητήςΠειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν:
οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων
τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.
Eupolis fr. 94, 11.5-7(Kock)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: