previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. μὲν οὖν δῆμος τῶν Ἀθηναίων τῆς ἰδίας ἀνοίας ἀξίαν κεκόμισται τιμωρίαν, πρῶτον μὲν παρὰ θεῶν, μετὰ δὲ ταῦτα παρ᾽ ἡμῶν τῶν ἀδικηθέντων. [2] ἀγαθὸν γάρ ἐστι τὸ θεῖον τοὺς ἀδίκου πολέμου καταρχομένους καὶ τὴν αὑτῶν ὑπεροχὴν οὐκ ἐνεγκόντας ἀνθρωπίνως ἀνελπίστοις περιβαλεῖν συμφοραῖς. [3] τίς γὰρ ἂν ἤλπισεν Ἀθηναίους, μύρια μὲν εἰληφότας ἐκ Δήλου τάλαντα, τριήρεις δὲ διακοσίας εἰς Σικελίαν ἀπεσταλκότας καὶ τοὺς ἀγωνισομένους ἄνδρας πλείους τῶν τετρακισμυρίων, οὕτως μεγάλαις συμφοραῖς περιπεσεῖσθαι; ἀπὸ γὰρ τῆς τηλικαύτης παρασκευῆς οὔτε ναῦς οὔτ᾽ ἀνὴρ οὐθεὶς ἐπανῆλθεν, ὥστε μηδὲ τὸν ἀγγελοῦντα αὐτοῖς τὴν συμφορὰν περιλειφθῆναι. [4] εἰδότες οὖν, ἄνδρες Συρακόσιοι, τοὺς ὑπερηφανοῦντας παρὰ θεοῖς καὶ παρ᾽ ἀνθρώποις μισουμένους, προσκυνοῦντες τὴν τύχην μηθὲν ὑπὲρ ἄνθρωπον πράξητε. τί γὰρ σεμνὸν φονεῦσαι τὸν ὑποπεπτωκότα; τί δ᾽ ἔνδοξον τιμωρίᾳ περιβαλεῖν; γὰρ ἀμετάθετον ἔχων τὴν περὶ τῶν ἀτυχημάτων ὠμότητα συναδικεῖ τὴν κοινὴν ἀνθρώπων ἀσθένειαν. [5] οὐθεὶς γάρ ἐστιν οὕτω φρόνιμος, ὥστε μεῖζον ἰσχῦσαι τῆς τύχης, φύσει ταῖς ἀνθρωπίναις ἡδομένη συμφοραῖς ὀξείας τῆς εὐδαιμονίας ποιεῖ τὰς μεταβολάς. ἐροῦσί τινες ἴσως, ἠδίκησαν, καὶ τῆς κατ᾽ αὐτῶν τιμωρίας ἔχομεν τὴν ἐξουσίαν. [6] οὐκοῦν παρὰ μὲν τοῦ δήμου πολλαπλασίαν εἰλήφατε τιμωρίαν, παρὰ δὲ τῶν αἰχμαλώτων ἱκανὴν ἔχετε κόλασιν; παρέδωκαν γὰρ ἑαυτοὺς μετὰ τῶν ὅπλων πιστεύσαντες τῇ τῶν κρατούντων εὐγνωμοσύνῃ: διόπερ οὐκ ἄξιον αὐτοὺς τῆς ἡμετέρας ψευσθῆναι φιλανθρωπίας. [7] οἱ μὲν οὖν ἀμετάθετον τὴν ἔχθραν φυλάττοντες μαχόμενοι τετελευτήκασιν, οἱ δ᾽ ἑαυτοὺς ἡμῖν ἐγχειρίσαντες ἀντὶ πολεμίων γεγόνασιν ἱκέται. οἱ γὰρ ἐν ταῖς μάχαις τοῖς ἐναντίοις τὰ σώματα ἐγχειρίζοντες, ἐπ᾽ ἐλπίδι σωτηρίας τοῦτο πράττουσιν: εἰ δὲ πιστεύσαντες τιμωρίας τεύξονται τηλικαύτης, οἱ μὲν παθόντες ἀναδέξονται τὴν συμφοράν, οἱ δὲ πράξαντες ἀγνώμονες ἂν κληθεῖεν. [8] δεῖ δὲ τοὺς τῆς ἡγεμονίας ἀντιποιουμένους, ἄνδρες Συρακόσιοι, μὴ οὕτως τοῖς ὅπλοις ἑαυτοὺς ἰσχυροὺς κατασκευάζειν, ὡς τοῖς τρόποις ἐπιεικεῖς παρέχεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: