previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

74. ταχὺ δὲ τοῦ πλήθους πιστεύοντος ταῖς διαβολαῖς, μὲν περὶ Ἀλκιβιάδην ἐθραύετο δόξα διὰ τὸ περὶ τὴν ναυμαχίαν ἐλάττωμα καὶ τὰ περὶ τὴν Κύμην ἡμαρτημένα, δὲ τῶν Ἀθηναίων δῆμος ὑφορώμενος τὴν τἀνδρὸς τόλμαν δέκα στρατηγοὺς εἵλατο, Κόνωνα, Λυσίαν, Διομέδοντα, Περικλέα, πρὸς δὲ τούτοις Ἐρασινίδην, Ἀριστοκράτην, Ἀρχέστρατον, Πρωτόμαχον, Θρασύβουλον, Ἀριστογένην: ἐκ δὲ τούτων προκρίνας Κόνωνα ταχέως ἐξέπεμψε παρ᾽ Ἀλκιβιάδου τὸ ναυτικὸν παραληψόμενον. [2] Ἀλκιβιάδης δὲ τῆς ἀρχῆς ἐκχωρήσας τῷ Κόνωνι καὶ τὰς δυνάμεις παραδούς, τὴν μὲν εἰς Ἀθήνας ἐπάνοδον ἀπέγνω, μετὰ δὲ τριήρους μιᾶς εἰς Πακτύην τῆς Θρᾴκης ἀπεχώρησε: χωρὶς γὰρ τῆς τοῦ πλήθους ὀργῆς καὶ τὰς ἐπενηνεγμένας αὐτῷ δίκας εὐλαβεῖτο. [3] πολλοὶ γὰρ θεωροῦντες αὐτὸν κακῶς φερόμενον ἐπενηνόχεισαν ἐγκλήματα πολλά: μέγιστον δ᾽ ἦν τὸ περὶ τῶν ἵππων, τετιμημένον ταλάντων ὀκτώ. Διομήδους γάρ τινος τῶν φίλων συμπέμψαντος αὐτῷ τέθριππον εἰς Ὀλυμπίαν, Ἀλκιβιάδης κατὰ τὴν ἀπογραφὴν τὴν εἰωθυῖαν γίνεσθαι τοὺς ἵππους ἰδίους ἀπεγράψατο, καὶ νικήσας τὸ τέθριππον τήν τ᾽ ἐκ τῆς νίκης δόξαν αὐτὸς ἀπηνέγκατο καὶ τοὺς ἵππους οὐκ ἀπέδωκε τῷ πιστεύσαντι. [4] ταῦτα δὴ πάντα διανοούμενος ἐφοβεῖτο, μήποτε καιρὸν λαβόντες Ἀθηναῖοι τιμωρίαν ἐπιθῶσι περὶ πάντων ὧν εἰς αὐτοὺς ἐξήμαρτεν: αὐτὸς οὖν αὑτοῦ κατέγνω φυγήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: