previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Καλλιστράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γάιον Πλώτιον. ἐπὶ δὲ τούτων κληθεὶς ἱερὸς πόλεμος συνέστη καὶ διέμεινεν ἔτη ἐννέα. Φιλόμηλος γὰρ Φωκεύς, ἀνὴρ θράσει καὶ παρανομίᾳ διαφέρων, κατελάβετο μὲν τὸ ἐν Δελφοῖς ἱερόν, ἐξέκαυσε δὲ τὸν ἱερὸν πόλεμον διὰ τοιαύτας τινὰς αἰτίας. [2] Λακεδαιμονίων πρὸς Βοιωτοὺς διαπολεμησάντων τὸν Λευκτρικὸν πόλεμον καὶ καταπολεμηθέντων οἱ μὲν Θηβαῖοι διὰ τὴν κατάληψιν τῆς Καδμείας δίκας μεγάλας ἐπαγαγόντες τοῖς Λακεδαιμονίοις ἐν Ἀμφικτύοσι κατεδίκασαν αὐτοὺς πολλοῖς χρήμασιν, [3] οἱ δὲ Φωκεῖς ἐπεργασάμενοι πολλὴν τῆς ἱερᾶς χώρας τῆς ὀνομαζομένης Κιρραίας δίκας ὑπέσχον ἐν Ἀμφικτύοσι καὶ πολλοῖς ταλάντοις κατεκρίθησαν. οὐκ ἐκτινόντων δ᾽ αὐτῶν τὰ ὀφλήματα οἱ μὲν ἱερομνήμονες ἐν Ἀμφικτύοσι κατηγόρουν τῶν Φωκέων καὶ τὸ συνέδριον ἠξίουν, ἐὰν μὴ τὰ χρήματα τῷ θεῷ ἀποδῶσιν οἱ Φωκεῖς, καθιερῶσαι τὴν χώραν τῶν ἀποστερούντων τὸν θεόν: ὁμοίως δ᾽ ἔφασαν δεῖν καὶ τοὺς ἄλλους τοὺς καταδικασθέντας ἐκτίνειν τὰ ὀφλήματα, ἐν οἷς ὑπῆρχον καὶ Λακεδαιμόνιοι: ἐὰν δὲ μὴ ὑπακούωσι, κοινῇ ὑπὸ τῶν Ἑλλήνων μισοπονηρίας ἀξιοῦσθαι. [4] τῶν δ᾽ Ἑλλήνων συνεπικυρούντων τὰ δόγματα τῶν Ἀμφικτυόνων καὶ τῆς τῶν Φωκέων χώρας μελλούσης καθιεροῦσθαι Φιλόμηλος, μέγιστον ἔχων ἐν τοῖς Φωκεῦσιν ἀξίωμα, διελέχθη τοῖς ὁμοεθνέσι, διδάσκων ὡς ἐκτῖσαι μὲν οὐ δύνανται τὰ χρήματα διὰ τὸ μέγεθος τῆς καταδίκης, περιορᾶν δὲ καθιερουμένην τὴν χώραν οὐ μόνον ἄνανδρον ὑπάρχειν, ἀλλὰ καὶ κίνδυνον ἐπιφέρειν τῇ τῶν ἁπάντων τοῦ βίου ἀνατροπῇ. [5] ἐπειρᾶτο δὲ καὶ τὰς κρίσεις τῶν Ἀμφικτυόνων ἀδίκους δεικνύναι κατὰ τὸ δυνατόν: μικρᾶς γὰρ παντελῶς χώρας κατεργασθείσης μεγίστας ζημίας τεθεῖσθαι. συνεβούλευεν οὖν ταύτας ἀκύρους ποιῆσαι καὶ μεγάλας ἀφορμὰς ἔχειν ἀπεφαίνετο τοὺς Φωκεῖς κατὰ τῶν Ἀμφικτυόνων: τὸ γὰρ παλαιὸν τοῦ μαντείου τὴν ἐξουσίαν καὶ προστασίαν ἐσχηκέναι τούτους. καὶ μάρτυρα τὸν ἀρχαιότατον καὶ μέγιστον τῶν ποιητῶν Ὅμηρον παρείχετο λέγοντααὐτὰρ Φωκείων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον,
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν.
Hom. Il. 2.517-519 [6] διόπερ ἔφη δεῖν ἀμφισβητεῖν περὶ τῆς τοῦ μαντείου προστασίας ὡς οὔσης πατρίου τοῖς Φωκεῦσιν. ἐπηγγέλλετο δὲ κατορθώσειν τὴν ἐπιβολήν, ἐὰν αὐτὸν αὐτοκράτορα καταστήσωσι στρατηγὸν τῆς ὅλης ἐπιβολῆς καὶ κύριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), CRISSA
  • Cross-references from this page (1):
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: