previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Γάιον Σουλπίκιον. ἐπὶ δὲ τούτων κατὰ τὴν Κύπρον Σαλαμινίων πολιορκουμένων ὑπ᾽ Εὐαγόρου καὶ Φωκίωνος αἱ μὲν ἄλλαι πόλεις ἅπασαι τοῖς Πέρσαις ὑπετάγησαν, τῆς δὲ Σαλαμῖνος βασιλεύων Πνυταγόρας μόνος ὑπέμεινε τὴν πολιορκίαν. [2] δ᾽ Εὐαγόρας πατρῴαν ἀρχὴν τὴν Σαλαμινίων ἀνεκτᾶτο καὶ διὰ τοῦ βασιλέως τῶν Περσῶν τὴν κάθοδον εἰς τὴν βασιλείαν ἐποιεῖτο. μετὰ δὲ ταῦτα διαβληθέντος αὐτοῦ πρὸς Ἀρταξέρξην καὶ τοῦ βασιλέως βοηθοῦντος τῷ Πνυταγόρᾳ μὲν Εὐαγόρας ἀπογνοὺς τὴν κάθοδον καὶ περὶ τῶν ἐγκλημάτων ἀπολογησάμενος ἄλλης ἡγεμονίας ἠξιώθη κατὰ τὴν Ἀσίαν μείζονος. [3] κακῶς δὲ τὰ κατὰ τὴν ἀρχὴν διοικήσας ἔφυγε πάλιν εἰς Κύπρον καὶ συλληφθεὶς τιμωρίας ἠξιώθη. δὲ Πνυταγόρας ἑκουσίως ὑποταγεὶς τοῖς Πέρσαις τὸ λοιπὸν ἀδεῶς ἐβασίλευε τῆς Σαλαμῖνος. [4]

δὲ τῶν Περσῶν βασιλεὺς μετὰ τὴν ἅλωσιν τῆς Σιδῶνος, παραγενομένων αὐτῷ τῶν συμμάχων ἔκ τε Ἄργους καὶ Θηβῶν καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων, ἀθροίσας πᾶσαν τὴν δύναμιν προῆγεν ἐπὶ τὴν Αἴγυπτον. [5] καταντήσας δ᾽ ἐπὶ τὴν μεγάλην λίμνην, καθ᾽ ἣν ἔστι τὰ καλούμενα Βάραθρα, μέρος τῆς δυνάμεως ἀπέβαλε διὰ τὴν ἀπειρίαν τῶν τόπων. περὶ δὲ τῆς κατὰ τὴν λίμνην φύσεως καὶ τοῦ περὶ αὐτὴν παραδόξου συμπτώματος προειρηκότες ἐν τῇ πρώτῃ βύβλῳ τὸ διλογεῖν περὶ τῶν αὐτῶν παρήσομεν. [6] διελθὼν δὲ τὰ Βάραθρα μετὰ τῆς δυνάμεως βασιλεὺς ἧκεν πρὸς τὸ Πηλούσιον: αὕτη δ᾽ ἐστὶ πόλις ἐπὶ τοῦ πρώτου στόματος, καθ᾽ ὃν τόπον Νεῖλος ποιεῖται τὰς ἐκβολάς. οἱ μὲν οὖν Πέρσαι κατεστρατοπέδευσαν ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Πηλουσίου, οἱ δ᾽ Ἕλληνες πρὸς αὐτῷ τῷ πολίσματι. [7] οἱ δ᾽ Αἰγύπτιοι, δεδωκότων αὐτοῖς τῶν Περσῶν πολὺν χρόνον εἰς τὴν παρασκευήν, πάντα μὲν τὰ στόματα τοῦ Νείλου καλῶς κατεσκευακότες ὑπῆρχον, μάλιστα δὲ τὸ πρὸς τῷ Πηλουσίῳ διὰ τὸ πρῶτον εἶναι τοῦτο καὶ μάλιστα κείμενον εὐκαίρως. [8] ἐφρούρουν δὲ τὸ χωρίον στρατιῶται πεντακισχίλιοι, στρατηγοῦντος Φιλόφρονος τοῦ Σπαρτιάτου. οἱ δὲ Θηβαῖοι σπεύδοντες ἄριστοι φανῆναι τῶν συστρατευομένων Ἑλλήνων πρῶτοι καὶ μόνοι διὰ στενῆς τινος καὶ βαθείας διώρυγος ἐτόλμησαν διαβῆναι παραβόλως. [9] διαβάντων δ᾽ αὐτῶν καὶ προσβαλλόντων τοῖς τείχεσιν οἱ φρουροῦντες τὸ Πηλούσιον ἐκχυθέντες ἐκ τῆς πόλεως συνῆψαν μάχην πρὸς τοὺς Θηβαίους: μεγάλου δ᾽ ἀγῶνος γενομένου διὰ τὰς παρ᾽ ἀμφοτέροις φιλοτιμίας τότε μὲν ἐν τῷ κινδύνῳ διημερεύσαντες ὑπὸ τῆς νυκτὸς διελύθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: