[5]
ἀλλὰ μεταξὺ λόγων, ἡλίκη
ναῦς, εἴκοσι καὶ ἑκατὸν πήχεων ἔλεγε τὸ μῆκος ὁ ναυπηγός,
εὖρος δὲ ὑπὲρ τὸ τέταρτον μάλιστα τούτου, καὶ
ἀπὸ τοῦ καταστρώματος ἐς τὸν πυθμένα, ᾗ βαθύτατον
κατὰ τὸν ἄντλον, ἐννέα πρὸς τοῖς εἴκοσι. τὰ δ᾽ ἄλλα ἡλίκος
μὲν ὁ ἱστός, ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἵῳ καὶ
προτόνῳ κέχρηται καὶ συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν
ἐπανέστηκεν ἠρέμα καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη,
καταντικρὺ δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς
τὸ πρόσω ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν
ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν: ὁ μὲν γὰρ ἄλλος κόσμος,
αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸ
τούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱ
κατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.