previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] τί τοῦτο, Ἀδείμαντε; καταδύσεταί
σοι τὸ πλοῖον, οὐ γὰρ ἴσον βάρος πυροῦ καὶ ἰσαρίθμου χρυσοῦ.

Ἀδείμαντος

μὴ φθόνει, Λυκῖνε, ἀλλ᾽ ἐπειδὰν εἰς
σὲ παρέλθῃ εὐχή, τὴν Πάρνηθα ἐκείνην, εἰ θέλεις,
ὅλην χρυσῆν ποιήσας ἔχε, κἀγὼ σιωπήσομαί σοι.

Λυκῖνος

ἀλλ᾽ ὑπὲρ ἀσφαλείας τοῦτο ἔγωγε τῆς σῆς
ἐποιησάμην, ὡς μὴ ἀπολέσθαι ἅπαντας μετὰ τοῦ χρυσίου:
καὶ τὰ μὲν ἡμέτερα μέτρια, τὸ μειράκιον δὲ τὸ
ὡραῖον ἀποπνιγήσεται ἄθλιον νεῖν οὐκ ἐπιστάμενον.

Τιμόλαος

θάρρει, Λυκῖνε: οἱ δελφῖνες γὰρ αὐτὸ
ὑποδύντες ἐξοίσουσιν ἐπὶ τὴν γῆν. νομίζεις κιθαρῳδὸν
μέν τινα σωθῆναι παρ᾽ αὐτῶν καὶ ἀπολαβεῖν τὸν μισθὸν
ἀντὶ τῆς ᾠδῆς καὶ νεκρόν τι ἄλλο παιδίον ἐς τὸν Ἰσθμὸν
ἐπὶ δελφῖνος ὁμοίως προκομισθῆναι, τὸν δὲ Ἀδειμάντου
οἰκέτην τὸν νεώνητοι ἀπορήσειν δελφῖνος ἐρωτικοῦ;

Ἀδείμαντος

καὶ σὺ γάρ, Τιμόλαε, μιμῇ Λυκῖνον καὶ
ἐπιμετρεῖς τῶν σκωμμάτων, καὶ ταῦτα εἰσηγητὴς αὐτὸς γενόμενος;

Τιμόλαος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: