previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] οὐκοῦν, γενναῖε, λαβόμενός μου ἄπαγε
πρὸς τὸν στρατηγὸν ὥς τινα πειρατὴν καταποντιστήν,
ὃς τηλικοῦτον ναυάγιον εἴργασμαι, καὶ ταῦτα ἐν γῇ κατὰ
τὴν ἐκ Πειραιῶς ἐς τὸ ἄστυ. ἀλλὰ ὅρα ὅπως παραμυθήσομαί
σου τὸ πταῖσμα: πέντε γάρ, εἰ βούλει, καλλίω καὶ [p. 219]
μείζω τοῦ Αἰγυπτίου πλοίου ἤδη ἔχε, καὶ τὸ μέγιστον
οὐδὲ καταδῦναι δυνάμενα, καὶ τάχα σοι πεντάκις ἐξ Αἰγύπτου
κατ᾽ ἔτος ἕκαστον σιταγωγείτωσαν σιταγωγίαν,
εἰ καί, ναυκλήρων ἄριστε, δῆλος εἶ ἀφόρητος ἡμῖν τότε
γενησόμενος: ὃς γὰρ ἔτι ἑνὸς πλοίου τουτουὶ δεσπότης
ὢν παρήκουες βοώντων, εἰ πέντε κτήσαιο πρὸς τούτῳ
τριάρμενα πάντα καὶ ἀνώλεθρα, οὐδὲ ὄψει δηλαδὴ τοὺς
φίλους. σὺ μὲν οὖν εὐπλόει, βέλτιστε, ἡμεῖς δὲ ἐν
Πειραιεῖ καθεδούμεθα τοὺς ἐξ Αἰγύπτου Ἰταλίας καταπλέοντας
ἀνακρίνοντες, εἴ που τὸ μέγα Ἀδειμάντου πλοῖον τὴν Ἶσίν τις εἶδεν.

Ἀδείμαντος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: