[2]
αὐτὴν ἐμέ, οὐκ ἄλλην τινά, ὦ Ζεῦ, πολὺν
ἤδη χρόνον. καὶ τὸ μὲν πρῶτον ἠγνόουν τὸ πρᾶγμα,
διότι ἀτενὲς ἀφεώρα ἐς ἐμέ: ὁ δὲ καὶ ἔστενε καὶ ὑπεδάκρυε,
καὶ εἴ ποτε πιοῦσα παραδοίην τῷ Γανυμήδει τὸ
ἔκπωμα, ὁ δὲ ᾔτει ἐν αὐτῷ ἐκείνῳ πιεῖν καὶ λαβὼν ἐφίλει
μεταξὺ καὶ πρὸς τοὺς ὀφθαλμοὺς προσῆγε καὶ αὖθις
ἀφεώρα ἐς ἐμέ: ταῦτα δὲ ἤδη συνίειν ἐρωτικὰ ὄντα. καὶ
ἐπὶ πολὺ μὲν ᾐδούμην λέγειν πρὸς σὲ καὶ ᾤμην παύσεσθαι
τῆς μανίας τὸν ἄνθρωπον: ἐπεὶ δὲ καὶ λόγους ἐτόλμησέ
μοι προσενεγκεῖν, ἐγὼ μὲν ἀφεῖσα αὐτὸν ἔτι δακρύοντα
καὶ προκυλινδούμενον, ἐπιφραξαμένη τὰ ὦτα,
ὡς μηδὲ ἀκούσαιμι αὐτοῦ ὑβριστικὰ ἱκετεύοντος, ἀπῆλθον
σοὶ φράσουσα: σὺ δὲ αὐτὸς ὅρα, ὅπως μέτει τὸν ἄνδρα.
Ζεύς
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.