Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὐ μὴν οὐδὲ ἐπὶ
τοῖσδε λήγει αὐτοῖς τὰ γυμνάσια, ἀλλὰ κοντοὺς γὰρ τὰ μὲν πρῶτα ὀρθοὺς ὡς ἐς προβολὴν φέροντες ἐπελαύνουσιν,
ἔπειτα ὡς πολεμίου φεύγοντος ἐξικόμενοι: οἳ
δὲ ὡς ἐπ᾽ ἄλλον πολέμιον ἐν τῇ ἐπιστροφῇ τοῦ ἵππου
τούς τε θυρεοὺς ὑπὲρ τὴν κεφαλὴν αἰωρήσαντες ἐς τὸ
κατόπιν σφῶν μετήνεγκαν, καὶ τοὺς κοντοὺς ὑπερελίξαντες ὡς ἐπελαύνοντος ἄλλου πολεμίου ἐξίκοντο. καὶ
τὸ ἔργον τοῦτο Κελτιστὶ τολούτεγον καλεῖται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.