previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

57. οὕτω μὲν δὴ καὶ διὰ ταῦτα οἱ τρεῖς τήν τε φιλίαν συνέθεντο, καὶ ὅρκοις αὐτὴν πιστωσάμενοι τά τε κοινὰ δι᾽ ἑαυτῶν ἐποιήσαντο, κἀκ τούτου καὶ ἀντεδίδοσάν σφισι καὶ ἀντελάμβανον παρ᾽ ἀλλήλων ὅσα ἔν τε ἐπιθυμίᾳ εἶχον καὶ πρὸς τὰ [2] παρόντα ἥρμοττεν αὐτοῖς πράττεσθαι. 1 συμ- [p. 192] φρονησάντων δὲ ἐκείνων καὶ τὰ ἑταιρικά σφων ὡμολόγησαν, καὶ ἐποίουν καὶ οὗτοι μετὰ ἀδείας ὅσα ἤθελον, ἡγεμόσι πρὸς πάντα αὐτοῖς χρώμενοι, ὥστε τὸ σωφρονοῦν ὀλίγον ἔν τε τῷ Κάτωνι, καὶ εἰ δή τις ἄλλος τὰ αὐτὰ αὐτῷ φρονεῖν δοκεῖν [3] ἐβούλετο, 2 καταλειφθῆναι. καθαρῶς μὲν γὰρ καὶ ἄνευ τινὸς ἰδίας πλεονεξίας οὐδεὶς τῶν τότε τὰ κοινὰ πλὴν τοῦ Κάτωνος ἔπραττεν: αἰσχυνόμενοι δέ τινες τοῖς δρωμένοις, καὶ ἕτεροι καὶ ζηλοῦν αὐτὸν ἐφιέμενοι, προσήπτοντο μέν πῃ τῶν πραγμάτων καί τι τῶν ὁμοίων οἱ διεδείκνυντο, οὐ μὴν καὶ διαρκεῖς, 3 ἅτε ἐξ ἐπιτηδεύσεως ἀλλ᾽ οὐκ ἀπ᾽ ἀρετῆς ἐμφύτου ὁρμώμενοι, ἦσαν.

1 pra/ttesqai Dind., parata/ttesqai L.

2 e)bou/leto Rk., e)bouleu/eto L.

3 diarkei=s R. Steph., a)diarkei=s L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: