previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. μέντοι Καῖσαρ ῾ἔξω γὰρ τοῦ τείχους Κλώδιος δι᾽ αὐτόν, ἐπειδήπερ ἐξεστράτευτο, τὸν ὅμιλον συναγαγὼν καὶ ἐκεῖνον ἐπιγνώμονα τῶν γεγραμμένων ἐποιήσατὀ τὴν μὲν 1 παρανομίαν τῶν περὶ τὸν Λέντουλον πραχθέντων κατεψηφίσατο, [2] τὴν μέντοι τιμωρίαν τὴν ἐπ᾽ αὐτοῖς γραφομένην οὐκ ἐδοκίμασεν: ὅσα μὲν γὰρ περὶ [p. 234] τῶν τότε γενομένων ἐφρόνησε, πάντας εἰδέναι ἔφη ῾τὴν γὰρ σώζουσάν σφας ψῆφον δεδωκὼς ἦν᾽, οὐ μὴν καὶ προσήκειν ἐπὶ τοῖς παρεληλυθόσι τοιοῦτόν [3] τινα νόμον συγγράφεσθαι. Καῖσαρ μὲν ταῦτ᾽ εἶπε, Κράσσος δὲ διὰ μὲν τοῦ υἱέος βοήθειάν τινα τῷ Κικέρωνι ἐνεδείκνυτο, αὐτὸς δὲ τὰ τοῦ πλήθους ἔπρασσε. καὶ Πομπήιος ὑπισχνεῖτο μὲν αὐτῷ τὴν ἐπικουρίαν, σκήψεις δέ τινας ἄλλοτε ἄλλας ποιούμενος καὶ ἀποδημίας συχνὰς ἐπίτηδες στελλόμενος οὐκ ἐπήμυνε. [4] ἰδὼν οὖν ταῦθ᾽ Κικέρων καὶ φοβηθεὶς αὖθις ἐπεχείρησε μὲν ὅπλα ἄρασθαι ῾τά τε γὰρ ἄλλα καὶ τὸν Πομπήιον φανερῶς προεπηλάκιζἐ, κωλυθεὶς δὲ ὑπό τε τοῦ Κάτωνος καὶ τοῦ Ὁρτησίου, μὴ καὶ ἐμφύλιος ἐκ τούτου πόλεμος γένηται, τότε δὴ καὶ ἄκων μετά τε αἰσχύνης καὶ μετὰ κακοδοξίας, ὡς καὶ ἐκ τοῦ συνειδότος ἐθελοντὴς [5] πεφευγώς, μετέστη. πρὶν δὲ δὴ ἀφορμῆσαι, ἔς τε τὸ Καπιτώλιον ἀνέβη καὶ ἀγαλμάτιόν τι Ἀθηνᾶς ἀνέθηκε, Φυλακίδα αὐτὴν ὀνομάσας. ὑπεξῆλθε δὲ ἐς Σικελίαν: προστάτης τε γὰρ αὐτῶν ἐγεγόνει, καὶ ἐλπίδα πολλὴν ἔν τε τοῖς δήμοις καὶ ἐν τοῖς ἰδιώταις τῷ τε ἄρχοντι αὐτῶν εἶχε τιμηθήσεσθαι. [6] φυγόντος δ᾽ αὐτοῦ νόμος τὸ κῦρος, οὐχ ὅπως οὐκ ἐναντιωθέντος τινός, ἀλλὰ καὶ σπουδασάντων ἄλλων τε καὶ αὐτῶν ἐκείνων οἵπερ τὰ 2 τοῦ Κικέρωνος ἀνὰ πρώτους πράττειν ἐδόκουν, ἐπειδήπερ ἅπαξ ἐκποδὼν ἐγεγόνει, ἔλαβε: καὶ τε οὐσία αὐτοῦ ἐδημεύθη, καὶ οἰκία ὥσπερ τινὸς πολεμίου κατεσκάφη, τό τε ἔδαφος αὐτῆς ἐς νεὼν [7] ἐλευθερίας ἀνέθηκαν. αὐτῷ τε ἐκείνῳ τε φυγὴ [p. 236] ἐπετιμήθη καὶ ἐν τῇ Σικελίᾳ διατριβὴ ἀπερρήθη: τρισχιλίους τε γὰρ καὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους ὑπὲρ τὴν Ῥώμην ὑπερωρίσθη, καὶ προσεπεκηρύχθη ἵν᾽ εἰ δή ποτε ἐντὸς αὐτῶν φανείη, καὶ αὐτὸς καὶ οἱ ὑποδεξάμενοι αὐτὸν ἀνατὶ διόλωνται.

1 me\n St., me\n ga\r L.

2 oi(/per ta\ Bs., o(\ u(pe\r L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: