previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43. δεοίμην. καὶ μή μοι μικρὰν τὴν προσθήκην ταύτην εἶναι νομίσητε: μεγάλη γάρ ἐστιν ἐπίδειξις τῆς διανοίας αὐτοῦ. τὸ μὲν γὰρ αὐτὸν μὴ ἐθελῆσαι πρὸς ἡμᾶς ἀφικέσθαι τάχ᾽ ἄν τις καὶ ὄκνῳ καὶ ἀρρωστίᾳ καὶ φόβῳ, ἀπολογούμενος [2] ὑπὲρ αὐτοῦ, ἀνέθηκε: τὸ δὲ δὴ καὶ ἐμὲ μεταπέμψασθαι οὔτε σκῆψιν οὐδεμίαν ἐνδέχεται, καὶ [p. 292] προσεξελέγχει καὶ ἐκεῖνο αὐτὸν οὐ κατ᾽ ἄλλο τι πεποιηκότα ὅτι οὔθ᾽ ὑπακούειν ἐς οὐδὲν ἡμῖν καὶ προσέτι καὶ προσαντεπιτάττειν πάντα παρεσκεύασται. [3] καίτοι καὶ αὐτὸ τοῦτο πόσης ὕβρεως καὶ πόσου προπηλακισμοῦ μεστόν ἐστιν; μεταπέμπεταί τινα ἀνθύπατος Ῥωμαίων, καὶ ἐκεῖνος οὐκ ἔρχεται: μεταπέμπεταί τις 1 τὸν ἀνθύπατον τὸν 2 Ῥωμαίων Ἀλλόβριξ ὤν. μὴ γὰρ ὅτι ἐμοῦ τοῦ Καίσαρος οὐκ ἐπείσθη, μηδ᾽ ὅτι ἐμὲ τὸν Καίσαρα ἐκάλεσε, σμικρόν τι τοῦτο καὶ [4] φαῦλον εἶναι νομίσητε. οὔτε γὰρ ἐγὼ αὐτὸν μετεπεμψάμην, ἀλλ᾽ Ῥωμαῖος, ἀνθύπατος, αἱ ῥάβδοι, τὸ ἀξίωμα, τὰ στρατόπεδα, οὔτε ἐγὼ μετεπέμφθην ὑπ᾽ αὐτοῦ, ἀλλὰ ταῦτα πάντα. ἰδίᾳ μὲν γὰρ ἐμοὶ πρὸς αὐτὸν οὐδέν ἐστι συμβόλαιον: 3 κοινῇ δὲ δὴ πάντες καὶ εἴπομέν τι καὶ ἐποιήσαμεν καὶ ἀντηκούσαμεν καὶ ἀντεπάθομεν. 4

1 tis R. Steph., ti L.

2 to\n v. Hers., tw=n L.

3 sumbo/laion Oddey, sumbou/lion L.

4 a)ntepa/qomen v. Hers., e)pa/qomen L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: