previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. ἀθάνατος ὢν ὑπερεφρόνησε. τά τε γὰρ ἐπινίκια, καίτοι μηδενὸς ἀλλοτρίου κρατήσας ἀλλὰ καὶ τοσοῦτο πλῆθος πολιτῶν ἀπολέσας, οὐ μόνον αὐτὸς ἔπεμψε, πάντα τὸν δῆμον ἐν αὐτοῖς ὡς καὶ ἐπὶ κοινοῖς τισιν ἀγαθοῖς αὖθις ἑστιάσας, ἀλλὰ καὶ τῷ Φαβίῳ τῷ Κυΐντῳ τῷ τε Κυΐντῳ Πεδίῳ, 1 καίτοι ὑποστρατηγήσασιν αὐτῷ καὶ μηδὲν ἰδίᾳ [2] κατορθώσασι, διεορτάσαι ἐπέτρεψε. καὶ ἦν μέν που γέλως ἐπὶ τε τούτῳ, καὶ ὅτι καὶ ξυλίναις ἀλλ᾽ οὐκ ἐλεφαντίναις ἔργων τέ τινων εἰκόσιν ἄλλοις τε τοιούτοις πομπείοις ἐχρήσαντο: οὐ μὴν ἀλλ᾽ ἐμφανέστατα τριττά τε νικητήρια καὶ [p. 286] τριτταὶ πομπαὶ τῶν Ῥωμαίων ἐπ᾽ αὐτῶν ἐκείνων ἐποιήθησαν, καὶ προσέτι καὶ ἱερομηνίαι ἐπὶ πεντήκοντα [3] ἡμέρας ἤχθησαν. τά τε 2 Παρίλια ἱπποδρομίᾳ ἀθανάτῳ, οὔτι γε καὶ διὰ τὴν πόλιν, ὅτι ἐν αὐτοῖς ἔκτιστο, ἀλλὰ διὰ τὴν τοῦ Καίσαρος νίκην, ὅτι ἀγγελία αὐτῆς τῇ προτεραίᾳ πρὸς ἑσπέραν ἀφίκετο, ἐτιμήθη.

1 tw=| *fabi/w| tw=| *kui+/ntw| tw=| te *kui+/ntw| *pedi/w| Mommsen, tw=| *fabi/w| tw=| te *kui+/ntw| L.

2 te Rk., te ga\r L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: