Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
Προγόνων δὲ λαμπρὰν ἀξίωσιν ἀγαπᾶν μὲν
δεῖ προσοῦσαν, οὐ μὴν ἀποῦσαν ἐπιζητεῖν, οὐδὲ
ταύτῃ τινὰς κρίνειν ἀξίους ἢ μὴ τοῦ στρατηγεῖν,
[p. 384]
ἀλλ̓ ὥσπερ τὰ ζῷα ἀπὸ τῶν ἰδίων πράξεων ἐξετάζομεν,
ὅπως εὐγενείας ἔχει, οὕτω χρὴ σκοπεῖν
καὶ τὴν τῶν ἀνθρώπων εὐγένειαν.