Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Ἐκπληκτικωτάτη δ̓, ἢ καὶ δραστικωτάτη
μάλιστα πάντων, ἡ κατὰ νώτου τῶν πολεμίων
αἰφνίδιος ἐπιβολή, εἴ πῃ δυνατὸν γένοιτο προεκπέμψαντι
στρατιωτῶν σύνταγμα νύκτωρ ἐκπεριελθεῖν
κελεῦσαι τοὺς πολεμίους, ἵνα κατόπιν
αὐτῶν γένωνται πάντες, ὥστε ἕωθεν ἀναστάντας
ἐκ τῆς ἐνέδρας μετὰ τὸ συμμῖξαι
πρὸς μάχην τὰ στρατεύματα κατὰ τὴν οὐραγίαν
ἐπιφαίνεσθαι τοῖς πολεμίοις: οὐδὲ γὰρ φεύγουσιν
ἂν ἔτι σφίσιν ἐλπὶς ἀπολείποιτο σωτηρίας,
οὐδ̓ εἰς τοὐπίσω δυναμένοις ἐπιστραφῆναι διὰ
τοὺς ἐξ ἐναντίας μαχομένους, οὐδ̓ εἰς τὸ πρόσω
φέρεσθαι διὰ τοὺς κατόπιν ἐπικειμένους.
[p. 462]