Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
Ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν
ἐμπείρως: μήτε γάρ, ἐὰν ἐν ἐπιπέδῳ καὶ κατὰ
κύκλον ἴδῃ κείμενον βραχὺν τὴν περίμετρον
καὶ συνεσταλμένον χάρακα, δοκείτω τοὺς πολεμίους
ὀλίγους εἶναι — πᾶς γὰρ κύκλος ἐλάττω
τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου
στερεομετρουμένης θεωρίας, καὶ πλείους δύναται
δέξασθαι τὸ ἐν αὐτῷ περιγραφόμενον εὖρος, ἢ
ἰδὼν ἄν τις ὄψει τεκμήραιτο —, μήτε, ἂν αἱ
πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι καὶ
κατά τι μέρος στεναὶ τυγχάνωσιν ἢ σκολιαὶ καὶ
πολυγώνιοι καὶ ὀξυγώνιοι, πολὺ πλῆθος ἐλπιζέτω:
τῆς μὲν γὰρ στρατοπεδείας ἡ ὄψις μεγάλη
φαίνεται, τοὺς δ̓ ἐν αὐτῇ περιειλημμένους ἄνδρας
οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περιγραφομένων.