Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἡ δὲ τῆς σφενδόνης ἄμυνα χαλεπωτάτη τῶν ἐν
τοῖς ψιλοῖς ἐστιν: ὅ τε γὰρ μόλιβδος ὁμόχρους
ὢν τῷ ἀέρι λανθάνει φερόμενος, ὥστ̓ ἀπροοράτως
ἀφυλάκτοις τοῖς τῶν πολεμίων ἐμπίπτειν σώμασιν,
αὐτῆς τε τῆς ἐμπτώσεως σφοδρᾶς οὔσης
καὶ ὑπὸ τοῦ ῥοίζου τριβόμενον τῷ ἀέρι τὸ
βέλος ἐκπυρωθὲν ὡς βαθυτάτω δύεται τῆς σαρκός,
ὥστε μηδ̓ ὁρᾶσθαι, ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν.