Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Πολλάκις δὲ εἰώθασιν οἱ μεγάλῃ δυνάμει καὶ
πολυάνδρῳ κεχρημένοι μηνοειδὲς σχῆμα ποιήσαντες
τῆς παρατάξεως ἐπιέναι, νομίζοντες ὅτι
προσάγονται τοὺς πολεμίους καὶ κατ̓ ἄνδρα
βουλομένους συνάπτειν, εἶτα κατὰ τὸ ἡμικύκλιον
εἰς ὁδὸν κυρτουμένους ἐναπολήψονται τῷ περιέχοντι
κόλπῳ, τὰς ἰδίας κεραίας ἐπισυνάπτοντες
ἀλλήλαις εἰς κύκλου σχῆμα.