Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὅμοιον δὴ κρίνω
τὸν στρατηγὸν ἐμπαραβαλέσθαι τῇ ἑαυτοῦ ψυχῇ
[p. 482]
τῷ τῆς συμπάσης, εἰ πείσεταί τι, δυνάμεως
ἀκηδεῖν: εἰ γάρ, ἐν ᾧ τοῦ σύμπαντος ἡ σωτηρία
στρατεύματός ἐστιν, οὗτος οὐδὲν εἰ τεθνήξεται
πεφρόντικε, τὸ πᾶν αἱρεῖται συνδιαφθεῖραι, καὶ
ὀρθῶς δ̓ ἄν τις αἰτιάσαιτο τοῦτον ὡς ἄπρακτον
στρατηγὸν μᾶλλον ἢ ἀνδρεῖον.