Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἄδηλοι γὰρ αἱ τῶν σπεισαμένων γνῶμαι. καὶ
παρὰ σοὶ μὲν ἔστω τὸ βέβαιον τοῦ μὴ ἀδικῆσαι
διὰ τὸ εὐσεβές, παρὰ δὲ τοῖς πολεμίοις ὑπονοείσθω
τὸ μὴ πιστὸν διὰ τὸ ἀπεχθές: ἀσφαλὴς γὰρ
οὗτος καὶ προμηθής, ὃς οὐδὲ βουληθεῖσι τοῖς
πολεμίοις ἐπιθέσθαι τὸν τοῦ δύνασθαι παρασπονδῆσαι
καιρὸν ἀπολείπει.