Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ἕως γὰρ ἕκαστος
ἐλπίζει ληφθεὶς τεθνήξεσθαι, βούλεται φθάνειν
δράσας καὶ πάσχων ἀλλά τι καὶ δρᾶν, πολλοί
τε ἤδη πολεμίους εἰσκεχυμένους ἐξήλασαν ἢ καὶ
μὴ δυνηθέντες εἰς ἀκρόπολιν ἐρυμνὴν κατειλήθησαν,
ἔνθεν αὖθις εἰς πόνον καὶ ταλαιπωρίαν
κατέστησαν τοὺς πολεμίους, ὥστε δευτέραν ἐπαναιρεῖσθαι
πολιορκίαν ... ἢ καὶ πολυχρονιωτέραν,
ἔστιν δ̓ ὅτε καὶ ἐπαλγεστέραν μετὰ πολλῆς
πείρας κακῶν.